Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 3.23 Joseph. AJ 3.28 (English) >>Joseph. AJ 3.33

3.26

Εὐθὺς δὲ μετὰ τὴν πρώτην ἀφορμὴν τῆς τροφῆς καὶ δευτέραν αὐτοῖς κατέπεμπεν θεός· ἀνέχοντος γὰρ τοῦ Μωυσέος τὰς χεῖρας ἐπὶ ταῖς εὐχαῖς δρόσος κατηνέχθη, καὶ περιπηγνυμένης ταῖς χερσὶ Μωυσῆς ὑπονοήσας καὶ ταύτην εἰς τροφὴν ἥκειν αὐτοῖς παρὰ τοῦ θεοῦ γεύεταί τε καὶ ἡσθείς, 3.27τοῦ πλήθους ἀγνοοῦντος καὶ νομίζοντος νίφεσθαι καὶ τῆς ὥρας εἶναι τοῦ ἔτους τὸ γινόμενον, ἀνεδίδασκεν οὐ κατὰ τὴν ἐκείνων ὑπόληψιν ἀπʼ οὐρανοῦ καταφέρεσθαι τὴν δρόσον, ἀλλʼ ἐπὶ σωτηρίᾳ τῇ αὐτῶν καὶ διατροφῇ, καὶ γευομένοις τοῦτο αὐτοῖς παρεῖχε πιστεύειν. 3.28οἱ δὲ μιμούμενοι τὸν στρατηγὸν ἥδοντο τῷ βρώματι· μέλιτι γὰρ ἦν τὴν γλυκύτητα καὶ τὴν ἡδονὴν ἐμφερές, ὅμοιον δὲ τῇ τῶν ἀρωμάτων βδέλλῃ, τὸ δὲ μέγεθος τῷ κοριάννου σπέρματι· καὶ περὶ συλλογὴν λίαν αὐτοῦ ἐσπουδάκεσαν. 3.29παρηγγέλλετο δʼ ἐξ ἴσου πᾶσιν ἀσσαρῶνα, τοῦτο δʼ ἐστὶ μέτρον, εἰς ἑκάστην ἡμέραν συλλέγειν ὡς οὐκ ἐπιλείψοντος αὐτοῖς τοῦ βρώματος, ἵνα μὴ τοῖς ἀδυνάτοις ἄπορον τὸ λαμβάνειν διʼ ἀλκὴν τῶν δυνατωτέρων πλεονεκτούντων περὶ τὴν ἀναίρεσιν. 3.30οἱ μέντοι πλέον τοῦ προστεταγμένου μέτρου συναγαγόντες οὐδὲν περισσότερον εἶχον τοῦ κακοπαθῆσαι· ἀσσαρῶνος γὰρ οὐδὲν πλέον εὕρισκον· τοῦ δʼ ὑπολειφθέντος εἰς τὴν ἐπιοῦσαν ὄνησις οὐδʼ ἥτις ἦν διεφθαρμένου ὑπό τε σκωλήκων καὶ πικρίας· οὕτω θεῖον ἦν τὸ βρῶμα καὶ παράδοξον.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 3.23 Joseph. AJ 3.28 (English) >>Joseph. AJ 3.33

Powered by PhiloLogic